Ancient Greek · ~2 min
Section 5
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 5
Not analysed yet
τάδε δὲ δέομαι ὑμῶν, τοῦτο μὲν ἐάν τι τῇ γλώσσῃ ἁμάρτω, συγγνώμην ἔχειν μοι, καὶ ἡγεῖσθαι ἀπειρίᾳ αὐτὸ μᾶλλον ἢ ἀδικίᾳ ἡμαρτῆσθαι, τοῦτο δὲ ἐάν τι ὀρθῶς εἴπω, ἀληθείᾳ μᾶλλον ἢ δεινότητι εἰρῆσθαι. οὐ γὰρ δίκαιον οὔτʼ ἔργῳ ἁμαρτόντα διὰ ῥήματα σωθῆναι, οὔτʼ ἔργῳ ὀρθῶς πράξαντα διὰ ῥήματα ἀπολέσθαι· τὸ μὲν γὰρ ῥῆμα τῆς γλώσσης ἁμάρτημά ἐστι, τὸ δʼ ἔργον τῆς γνώμης.