Ancient Greek · ~2 min
Section 57
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 57
Not analysed yet
Μάρτυρες τίνος γε δὴ ἕνεκα τὸν ἄνδρα ἀπέκτεινα; οὐδὲ γὰρ ἔχθρα οὐδεμία ἦν ἐμοὶ κἀκείνῳ. λέγειν δὲ τολμῶσιν ὡς ἐγὼ χάριτι τὸν ἄνδρα ἔκτεινα. καὶ τίς πώποτε χαριζόμενος ἑτέρῳ τοῦτο εἰργάσατο; οἶμαι μὲν γὰρ οὐδένα, ἀλλὰ δεῖ μεγάλην τὴν ἔχθραν ὑπάρχειν τῷ τοῦτο μέλλοντι ποιήσειν, καὶ τὴν πρόνοιαν ἐκ πολλῶν εἶναι φανερὰν ἐπιβουλευομένην. ἐμοὶ δὲ κἀκείνῳ οὐκ ἦν ἔχθρα οὐδεμία.