Ancient Greek · ~2 min
Section 59
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 59
Not analysed yet
ἀλλὰ σοὶ μᾶλλον ἐγὼ τὴν πρόφασιν ταύτην ἔχοιμʼ ἂν εἰκότως μετὰ τῆς ἀληθείας ἀναθεῖναι, ὅτι χρημάτων ἕνεκα ζητεῖς ἐμὲ ἀποκτεῖναι, μᾶλλον ἢ σὺ ἐμοὶ ἐκεῖνον· καὶ πολὺ ἂν δικαιότερον ἁλοίης σὺ φόνου ἐμὲ ἀποκτείνας ὑπὸ τῶν ἐμοὶ προσηκόντων, ἢ ἐγὼ ὑπὸ σοῦ καὶ τῶν ἐκείνου ἀναγκαίων. ἐγὼ μὲν γὰρ σοῦ φανερὰν τὴν πρόνοιαν εἰς ἐμὲ ἀποδείκνυμι, σὺ δʼ ἐμὲ ἐν ἀφανεῖ λόγῳ ζητεῖς ἀπολέσαι.