Ancient Greek · ~1 min
Section 75
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 75
Not analysed yet
νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθʼ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχʼ ἂν σφαλείην, ἃ ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτʼ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δʼ οὖν κεκινδυνεύσεται.