Ancient Greek · ~2 min
Section 79
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 79
Not analysed yet
ἃ μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἔπραξεν, τούτων οὐ δίκαιός ἐστιν ὁ ἐμὸς πατὴρ ἰδίᾳ δίκην διδόναι. ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος ἡ τότε ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ πολλῆς εὐδαιμονίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν πατρίδα ἀνάστατον γενομένην. ἃ δὲ ἰδία οὗτοι διαβάλλουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε· χρημάτων γὰρ ἕνεκα ἡ πᾶσα παρασκευὴ γεγένηται ἐπʼ ἐμοὶ κἀκείνῳ. πολλὰ δʼ ἐστὶ τὰ συμβαλλόμενα τοῖς βουλομένοις τῶν ἀλλοτρίων ἐφίεσθαι. γέρων μὲν ἐκεῖνος ὥστʼ ἐμοὶ βοηθεῖν, νεώτερος δʼ ἐγὼ πολλῷ ἢ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς.