Ancient Greek · ~2 min
Section 81
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 81
Not analysed yet
ὅσα μὲν οὖν ἐκ τῶν ἀνθρωπίνων τεκμηρίων καὶ μαρτυριῶν οἷά τε ἦν ἀποδειχθῆναι, ἀκηκόατε· χρὴ δὲ καὶ τοῖς ἀπὸ τῶν θεῶν σημείοις γενομένοις εἰς τὰ τοιαῦτα οὐχ ἥκιστα τεκμηραμένους ψηφίζεσθαι. καὶ γὰρ τὰ τῆς πόλεως κοινὰ τούτοις μάλιστα πιστεύοντες ἀσφαλῶς διαπράσσεσθε, τοῦτο μὲν τὰ εἰς τοὺς κινδύνους ἥκοντα, τοῦτο δὲ εἰς τὰ ἔξω τῶν κινδύνων. χρὴ δὲ καὶ εἰς τὰ ἴδια ταῦτα μέγιστα καὶ πιστότατα ἡγεῖσθαι.