Ancient Greek · ~1 min
Section 83
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 83
Not analysed yet
ἐμοὶ τοίνυν ἐν πᾶσι τούτοις τὰ ἐναντία ἐγένετο. τοῦτο μὲν γὰρ ὅσοις συνέπλευσα, καλλίστοις ἐχρήσαντο πλοῖς· τοῦτο δὲ ὅπου ἱεροῖς παρέστην, οὐκ ἔστιν ὅπου οὐχὶ κάλλιστα τὰ ἱερὰ ἐγένετο. ἃ ἐγὼ ἀξιῶ μεγάλα μοι τεκμήρια εἶναι τῆς αἰτίας, ὅτι οὐκ ἀληθῆ μου οὗτοι κατηγοροῦσι. εἰσὶ δέ μοι καὶ τούτων μάρτυρες.