Ancient Greek · ~2 min
Section 85
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 85
Not analysed yet
ὅσα μὲν οὖν ἐκ τῶν κατηγορηθέντων μέμνημαι, ὦ ἄνδρες, ἀπολελόγημαι· οἶμαι δὲ καὶ ὑμῶν αὐτῶν ἕνεκα δεῖν ὑμᾶς μου ἀποψηφίσασθαι. ταὐτὰ γὰρ ἐμέ τε σῴζει, καὶ ὑμῖν νόμιμα καὶ εὔορκα γίγνεται. κατὰ γὰρ τοὺς νόμους ὠμόσατε δικάσειν· ἐγὼ δὲ καθʼ οὓς μὲν ἀπήχθην, οὐκ ἔνοχός εἰμι τοῖς νόμοις, ὧν δʼ ἔχω τὴν αἰτίαν, ἀγών μοι νόμιμος ὑπολείπεται. εἰ δὲ δύο ἐξ ἑνὸς ἀγῶνος γεγένησθον, οὐκ ἐγὼ αἴτιος, ἀλλʼ οἱ κατήγοροι. καίτοι οὐ δήπου οἱ μὲν ἔχθιστοι οἱ ἐμοὶ δύο ἀγῶνας περὶ ἐμοῦ πεποιήκασιν, ὑμεῖς δὲ οἱ τῶν δικαίων ἴσοι κριταὶ προκαταγνώσεσθέ μου ἐν τῷδε τῷ ἀγῶνι τὸν φόνον.