Ancient Greek
34.1
Aphthonius, Progymnasmata 34.1
Unproofread scanNot analysed yet
[Τὸ τῆς αἰτίας.] Οἱ γὰρ παιδείας ἐρώντες τοῖς* τῆς παιδείας ἡγεμόσι συνεξετάζονται, παρ’ οἷς καὶ τὸ* προελ-θεῖν φοβερὸν καὶ τὸ διαλιπεῖν ἀμαθέστατον. φό*βος ἀεὶ τοῖς παισὶ περιγίνεται καὶ παροῦσι καὶ μέλλου*σι. Διδασ-κάλους παιδαγωγοὶ διαδέχονται φοβεροὶ μὲν* ἰδεῖν, αἰ-κιζόμενοι δὲ φοβερώτεροι. φθάνει τὴν πείραν* τὸ δέος, καὶ διαδέχεται τὸ δέος ἡ κόλασις· καὶ τὰ μὲν* ἀμαρτή-ματα τῶν παίδων μετέρχονται, οἰκεῖα δὲ τὰ* κατορθώμα-τα κρίνουσι. Τῶν παιδάρχων οἱ πατέρες* εἰσὶ χαλεπώ-τεροι τὰς ὁδοὺς ἀνακρίνοντες, προελθεῖν ἐπι* τάττοντες καὶ τὴν ἀγορὰν ὑποπτεύοντες· κἂν δὴ κο*λάζειν, ἀγνοοῦσι τὴν φύσιν. Ἀλλ’ ἐν τούτοις ὧν ὁ παῖς* εἰς ἄνδρας ἐλθὼν ἀρετῇ περιστεφεται. *