Ancient Greek
47.1
Aphthonius, Progymnasmata 47.1
Unproofread scanNot analysed yet
76. [Ἐκ τοῦ ἀνακολούθου.] Πῶς δὲ διώκων τὴν* κόρην ὁ Πύθιος θνητὴς ἐγένετο δεύτερος; ἄνδρες γυναικῶν ὑπερέχουσι, καὶ γυναῖκες θεῶν μεῖζον εἰλήφασι; *τὸ θνητοῖς ἐλαττούμενον πῶς καὶ θεοὺς ὑπερέβαλε; Τί* δὲ ἡ μήτηρ τὴν κόρην ἐδέχετο φεύγουσαν; τῶν φαύλων ὁ γάμος; καὶ πῶς αὐτὴ μήτηρ ἐγένετο; ἀλλὰ τῶν* ἀγαθῶν; καὶ τί τὴν παῖδα τῶν καλῶν ἀπεστέρησεν; ἢ* τοίνυν μήτηρ οὐ γέγονεν ἡ γενομένη φαύλη νομίζεται. *