Ancient Greek
73.9
Aphthonius, Progymnasmata 73.9
Unproofread scanNot analysed yet
Καὶ* παρεστησάμενος τοὺς τῶν βαρβάρων ὁμό- δλαι Θετταλῶν ἠλίσκοντο πόλεις καὶ ὡςπερ σύμβολον τοῦ γένους τὴν δουλείαν ἐφέροντο. Ἄξιον δὲ καὶ περὶ τῆς αὐτοῦ τελευτῆς διελθεῖν. ὡς γὰρ ἐπιὼν τὰ πολὺ κατεστρέφετο καὶ παρασπονδῶν κατεδουλοῦτο τοὺς σπευδομένους αὐτῷ, ἀγανακτοῦντες ἐπὶ τοῖς παρασπονοῦσι οἱ θεοὶ πρέπουσαν αὐτῷ τελευτὴν ἐπηγάγοντο· οὐ γὰρ ἀνεῖλον μαχόμενον οὐδὲ μάρτυρα τῆς αὐτοῦ τελευτῆς ἀριστεῖα ἐποίησαν, ἀλλ’ ἐπ’ αὐταῖς ἡδοναῖς διαφθεῖρόνσι καλὸν ἐντάφιον τοῖς Φιλίππου κακοῖς πεποιημένοι τὰς ἡδονάς, ὡς ἂν κατ’ ἄμφω τῆς ἀκρασίας φέροιτο μάρτυρας καὶ βίου καὶ κτενομένου.