Ancient Greek
81.9
Aphthonius, Progymnasmata 81.9
Unproofread scanNot analysed yet
[Ἐκ τοῦ ἐνεστῶτος.] Οἷαν ἂνθ’ οἷας ἀλλάσσομαι 103. συνδιητᾶτο μὲν* θεοῖς, θεῶν δὲ μετὰ συνουσίαν ἐξέπιπτε· καὶ κατ*αστᾶσα Ταυτᾶλου βεβαιῶ τὸ γένος τοῖς ἀτυχήμασιν. *Συνήφθην Ἀητοῖ· καὶ διὰ ταύτην μαχοπραγῶ, καὶ τὴν* ὁμιλίαν εἰς ἀφαιρεσιν εἰληφα παίδων, καὶ τελευτᾶ μοι* πρὸς συμφορὰς συνουσία θεοῦ. Πρὶν εἰς πείραν ἀφιχέ*σθαι Ἀητοὺς ζηλωτοτέρα μήτηρ ὑπῆρχον, καταστᾶσα δέ* γνώριμος ἀπορᾶ γονῆς, ἣν πρὸ τῆς πείρας εἶχον εἰς πλή*θος· καὶ νῦν ἐκατέρων παίδων κεῖται μοι γόος, καὶ θρή*νεῖν ἀπορώτερον, ὁ κατέστη σεμνότερον. Ποῖ τράπωμαι; *τίνων ἀνθέξομαι; ποῖος ἀρκέσει μοι τάφος πρὸς ὅλων* παίδων κειμένων ὀλεθρον; ἐπιλείπουσι πρὸς τὰς συμφορὰς αἱ τιμαί.