Ancient Greek
21 to 22
APION OASITA, Fragmenta 21-22
Not analysed yet
Καταψεύδεται δὲ (sc. Ἀπίων) καὶ ὅρκον ἡμῶν, ὡς ὀμνυόντων τὸν θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν τὴν θάλασσαν, μηδενὶ εὐνοήσειν ἀλλοφύλῳ, μάλιστα δὲ Ἕλλησιν. Σφόδρα τοίνυν τῆς πολλῆς συνέσεως καὶ ἐπὶ τῷ μέλλοντι ῥηθήσεσθαι θαυμάζειν ἄξιόν ἐστιν Ἀπίωνα. Τεκμήριον γὰρ εἶναί φησι τοῦ μήτε νόμοις ἡκε, τὸ μὴ ἄρχειν, δουλεύειν δὲ μᾶλλον ἔθνεσι καὶ ἄλλοτε ἄλλοις, καὶ τὸ κεχρῆσθαι συμφοραῖς τισι περὶ τὴν πόλιν, αὐτῶν δηλονότι πόλεως ἡγεμονικωτάτης ἐκ τῶν ἄνωθεν ἄρχειν, ἀλλὰ μὴ Ῥωμαίοις δουλεύειν συνειθισμένων.