Ancient Greek
Dfhg-Source dfhg3_APION_OASITA
APION OASITA, Fragmenta 28
Not analysed yet
Πάσης· ὄνομα κύριον. Καὶ παροιμία· τὸ Πάσητος ἡμιωβόλιον. Ὁ δὲ Πάσης οὗτος μαλακὸς ἦν τὴν φύσιν, πάντων δὲ ἀνθρώπων ἐν μαγείᾳ διενήνοχεν, ὥστε ἐκ τῶν ἐπαοιδῶν αὐτοῦ καὶ δεῖπνα πολυτελῆ ὁρᾶσθαι, καὶ διακονουμένους τινὰς, καὶ πάλιν ἀφανῆ τὰ πάντα γίνεσθαι. Εἶχε δὲ καὶ ἡμιωβόλιον ἐκ μιᾶς (μνᾶς Bas. ἐκ μαγείας conj. Portus) αὐτῷ πεποιημένον, ὃ διαδιδόμενον ὐπ ̓ αὐτοῦ τοῖς πιπράσκουσι, παρ ̓ ὧν ἤθελεν ἐνεῖσθαι, εἰ ἠβούλετο, πάλιν παρ ̓ αὐτῷ ηὑρίσκετο. Καὶ Ἀπίων δὲ ὁ γραμματικὸς μνημονεύει αὐτοῦ ὲν τῷ Περὶ μάγου.