Ancient Greek
267.1 to 267.22
Apollodorus, Fragmenta 267.1-22
Unproofread scanNot analysed yet
(ὁ Ἐφιλλος). 1 Diog. Laërt. VII 39. τριμερῇ φασιν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μὲν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. οὕτω δὲ πρῶτος διεῖλε Ζήνων ὁ Κιτιεύς ——καὶ Ἀπολλόδωρος ὁ Ἐφιλλος ἐν τῷ πρώτῳ τῶν εἰς τὰ δόγματα εἰσαγωγῶν ——. ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ etc. ὁ δ᾽ Ἀπολλόδωρος δεύτερα τὰ ἠθικά (scil. τάττει). ἀληθείας φασὶ τυγχάνειν τὴν καταληπτικὴν φαντασίαν, τοὔτεστι τὴν ἀπὸ ὑπάρχοντος, καθά φησι Χρύσιππος ——καὶ Ἀντίπατρος καὶ Ἀπολλόδωρος. 4 Diog. Laërt. VII 150. σῶμα δέ ἐστι κατ᾽ αὐτοὺς ἡ οὐσία καὶ πεπερασμένη, καθά φησιν ——καὶ Ἀπολλόδωρος ἐν τῇ φυσικῇ. καὶ παθητὴ δέ ἐστιν, ὡς ὁ αὐτὸς φησιν· εἰ γὰρ ἦν ἄτρεπτος, οὐκ ἂν τὰ γινόμενα ἐξ αὐτῆς ἐγίνετο. ἐνθεν κάκεινός φησιν ὅτι τομὴ εἰς ἀπειρόν ἐστιν. 5 Diog. Laërt. VII 140. φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ περὶ κενοῦ καὶ ἐν τῇ πρώτῃ τῶν φυσικῶν τεχνῶν ——καὶ Ἀπολλόδωρος. 6 Diog. Laërt. VII 135. σῶμα δ᾽ ἐστί, φησὶν Ἀπολλόδωρος ἐν τῇ φυσικῇ, τὸ τριχῇ διαστατόν, εἰς μῆκος, εἰς πλάτος, εἰς βάθος. τοῦτο δὲ καὶ στερεὸν σῶμα καλεῖται. ἐπιφάνεια δ᾽ ἐστὶ σώματος πέρας ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δὲ οὔ. ——γραμμὴ δ᾽ ἐστὶν ἐπιφανείας πέρας ἢ μῆκος ἄπλατές ἢ τὸ μῆκος μόνον ἔχον.