Ancient Greek
268.2
Apollodorus, Fragmenta 268.2
Unproofread scanNot analysed yet
8 Arius Didymus epit. phys. fr. 26 Diels (DG p. 461, 7. Stobaeus ecl. I p. 105, 8 W.) . Ἀπολλόδωρος δ’ ἐν τῇ Φυσικῇ τέχνῃ οὕτως ὁρίζει τὸν χρόνον· „χρόνος δ’ ἐστὶ τῆς τοῦ κόσμου κινήσεως διάστημα· οὕτως δ’ ἐστὶν ἀπειρος, ὡς ὁ πᾶς ἀριθμὸς ἀπειρος λέγεται εἶναι· τὸ μὲν γὰρ ἐστὶν αὐτοῦ παρεληλυθός, τὸ δὲ ἐνεστηκός, τὸ δὲ μέλλον. ἐνεστάναι δὲ τὸν πάντα χρόνον ὡς τὸν ἐνιαυτὸν ἐνεστηκέναι λέγομεν κατὰ μείζονα περιγραφὴν. καὶ ὑπάρχειν ὁ πᾶς χρόνος λέγεται, οὐδενὸς αὐτοῦ τῶν μερῶν ὑπάρχοντος ἀπαρτιζόντως. “