Ancient Greek
Dfhg-Source dfhg4_APOLLODORUS_ARTEMITEN
APOLLODORUS ARTEMITEN, Fragmenta 7
Not analysed yet
Ἀπολλόδωρος δ ̓ ἐν τετάρτῳ Παρθικῶν ἄνθος τι ἀναγράφει καλούμενον φιλάδελφον κατὰ τὴν Παρθικὴν χώραν, περὶ οὗ τάδε φησί· «Καὶ μυρσίνης γένη ποικίλα, μῖλάξ τε καὶ τὸ καλούμενον φιλάδελφον, ὃ τὴν ἐπωνυμίαν ἔλαβε τῇ φύσει πρόσφορον. Ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσιν, ἐμψύχων περιπλοκὴν ἐν τῷ (ἐγγυτάτω̣) μένουσιν ἡνωμέναι, καθάπερ ἀπὸ ῥίζης μιᾶς, καὶ τὸ λοιπὸν ἀνατρέχουσι καὶ ζωοφυτοῦσι. Διὸ καὶ τοῖς ἡμέροις φυλακὴν ἀπ ̓ αὐτῶν κατασκευάζουσιν. Ἀφαιροῦντες γὰρ τῶν ῥάβδων τὰς λεπτοτάτας καὶ διαπλέξαντες δικτύου τρόπῳ, φυτεύουσι κύκλῳ τῶν κηπευμάτων· καὶ ταῦτα συμπλεκόμενα περιβόλου παρέχεται δυσπάροδον ἀσφάλειαν.»