Ancient Greek · ~7 min
149 to 157
APOLLODORUS, Fragmenta 149-157
Not analysed yet
Πρωτογενείας ἄστει . . . τῇ Ὀποῦντι λέγει· ἐκεῖ γάρ φησι Δευκαλίωνα καὶ Πύῤῥαν οἰκῆσαι, ὧν θυγάτηρ Πρωτογένεια. Ἀπολλόδωρος (δὲ) φησὶν, οὐκ ἐν Ὀποῦντι, ἀλλ ̓ ἐν Κύνῳ τὸν Δευκαλίωνα καὶ τὴν Πύῤῥαν οἰκῆσαι. Ἑλληνόπολις. Ἀπολλόδωρος· «Ἀτταλὸς ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν, ἔκτισε πόλιν, καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν.» Πλαταιαὶ, πόλις Βοιωτίας . . . κέκληται δὲ ἀπὸ τῆς πλάτης τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ Καταλόγου· Ἐκλιμνωθείσης τῆς Βοιωτίας, τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι ἐπ ̓ ἀλλήλων. Ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι. Ἄργουρα, πόλις Θεσσαλίας ἡ πρότερον Ἄργισσα . . . Τὸ ἐθνικὸν ἔδει Ἀργουραῖος, ὡς καὶ Φίλων· Ἀπολλόδωρος δέ φησιν ἐν πρώτῳ Νεῶν καταλόγῳ Ἀργείους ὀνομάζεσθαι· ἢ τῆς προσηγορίας μεταπεσούσης, ἢ διὰ τὸ προσκυροῦν τὰ πεδία τῆς Θετταλίας, ἣν δὴ Πελασγικὸν Ἄργος εἶπεν Ὅμηρος. Ἀσπληδών· φασὶ γὰρ εἶναι Σπληδόνα τὸν Πρεσβῶνος καὶ Στερόπης· Ἀπολλόδωρος δέ φησιν Ἀσκληπιάδην οὕτω λέγει· Σπληδόνα τ ̓ ἠγαθέην. Ὠρωπός. . . . Τὸ ἐθνικὸν Ὠρωπιεύς· οὕτω γὰρ ὁ αὐτὸς (sc. Ἀπολλόδωρος) ἐν Νεῶν καταλόγῳ πρώτῃ· «Ἔστι δ ̓ ἡ Γραῖα τόπος, τῶν Ὠρωπιέων πόλις.» Οἴονται δέ τινες δεῖν γράφειν (Il. B, 508)· Ἶσόν τε ζαθέην, Ἀνθηδόνα τ ̓ ἐσχατόωσαν· ἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦ Νῖσάν τε ζαθέην· ἡ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Περὶ νεῶν· ὥστ ̓ οὐκ ἂν εἴη, εἰ μὴ τὴν Ἴσον οὕτως εἴρηκεν. Καὶ Ἀπολλόδωρος δ ̓ εἴρηκεν ἐκ τῆς Βοιωτίας ἀπελθόντας Ὕαντας ἱστορεῖσθαι καὶ ἐποίκους τοῖς Αἰτωλοῖς γενομένους. Εὖ γὰρ, inquit, τὴν τοιαύτην ὕλην ὑποβεβλήκασιν ἡμῖν οἱ τὰ περὶ τῶν νεῶν συγγράψαντες· οἷς ἀκολουθοῦμεν, ὅταν οἰκεῖα λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν.