Ancient Greek · ~5 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 160-2
Not analysed yet
οὐ δήπου κατ ἄγνοιαν τοπικὴν καὶ τούτων λεγομένων, ἀλλ ̓ ἐν μύθου μᾶλλον (σχήματι, (??)αθάπερ καὶ τῶν παρ ̓ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις, ἃ προφέρει ὁ Ἀπολλόδωρος, οὐδ ̓ ὃν τρόπον παρατίθησι τοῖς Ὁμήρου ταῦτα, εἰδώς. Τὰ μὲν γὰρ Ὁμήρου τὰ περὶ τὸν Πόντον (v. inf. E lib. VII, p. 457) καὶ τὴν Αἴγυπτον παρατίθησιν, ἄγνοιαν αἰτιώμενος, ὡς λέγειν μὲν τὰ ὄντα βουλομένου, μὴ λέγοντος δὲ τὰ ὄντα, ἀλλὰ τὰ μὴ ὄντα ὡς ὄντα, κατ ̓ ἄγνοιαν. Ἡσιόδου δ ̓ οὐκ ἄν τις αἰτιάσαιτο ἄγνοιαν, Ἡμίκυνας λέγοντος καὶ Μακροκεφάλους καὶ Πυγμαίους· οὐδὲ γὰρ αὐτοῦ Ὁμήρου ταῦτα μυθεύοντος· ὧν εἰσὶ καὶ οὗτοι οἱ Πυγμαῖοι· οὐδ ̓ Ἀλκμᾶνος Στεγανόποδας ἱστοροῦντος, οὐδ ̓ Αἰσχύλου Κυνοκεφάλους καὶ Στερνοφθάλμους καὶ Μονομμάτους· ὅπου γε οὐδὲ τοῖς πεζῇ συγγράφουσιν ἐν ἱστορίας σχήματι προσέχομεν περὶ πολλῶν, κἂν μὴ ἐξομολογῶνται τὴν μυθογραφίαν. Φαίνεται γὰρ εὐθὺς, ὅτι μύθους παραπλέκουσιν ἑκόντες, οὐκ ἀγνοίᾳ τῶν ὄντων, ἀλλὰ πλάσει τῶν ἀδυνάτων, τερατείας καὶ τέρψεως χάριν. [Δοκοῦσι δὲ κατ ̓ ἄγνοιαν ὅτι μάλιστα, καὶ πιθανῶς, τὰ τοιαῦτα μυθεύουσι περὶ τῶν ἀδήλων καὶ τῶν ἀγνοουμένων, gloss.] Θεόπομπος δὲ ἐξομολογεῖται φήσας, ὅτι καὶ μύθους ἐν ταῖς ἱστορίαις ἐρεῖ κρεῖττον ἢ ὡς Ἡρόδοτος καὶ Κτησίας καὶ Ἑλλάνικος καὶ οἱ τὰ Ἰνδικὰ συγγράψαντες.