Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 199
Not analysed yet
Ἐγκέφαλοι χοίρειοι. . . . Ἀπολλόδωρος δ ̓ ὁ Ἀθηναῖος οὐδ ̓ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον· καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις, ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν, οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ «λευκὸν μυελὸν», ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον (v. 794)· Κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσ(??)υ κρατὸς διασπαρέντος αἵματός θ ̓ ὁμοῦ·» καίτοι τἄλλα διαῤῥήδην ὀνομάσαντα. Καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφθέντα, φησί· Δύστηνε κτλ.