Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 32
Not analysed yet
Τιτὰν Προμηθεὺς] Περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδημίαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι, Ἀπολλόδωρος γράφει οὕτω τῇ π[ερὶ θεῶν̣]· «Συντιμᾶται δὲ καὶ ἐν Ἀκαδημίᾳ τῇ Ἀθηνᾷ, καθάπερ ὁ Ἥφαιστος. Καὶ ἔστιν αὐτῷ παλαιὸν ἵδρυμα, καὶ ναὸς ἐν τῷ τεμένει τῆς θεοῦ. Δείκνυται δὲ καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον, ἐν ἧ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου. Πεποίηται δὲ, ὡς καὶ Λυσιμαχίδης ἐν δεξιᾷ σκῆπτρον ἔχων, ὁ δὲ Ἥφαιστος, νέος καὶ δεύτερος· καὶ βωμὸς ἀμφοῖν κοινὸς ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος.