Ancient Greek · ~2 min
34 to 35
APOLLODORUS, Fragmenta 34-35
Not analysed yet
Κύκλος λεύσσει νιν Μορίου Διός] Μόριον Δία εἶπε τὸν ἐπόπτην τῶν μορίων ἐλαιῶν. Καὶ ἔστιν ὁ λεγόμενος Μόριος Ζεὺς [περὶ Ἀκαδημίαν], ὥς φησιν Ἀπολλόδωρος· «Περὶ Ἀκαδημίαν ἐστὶν ὅ, τε τοῦ Καταιβάτου Διὸς βωμὸς, ὃν καὶ Μόριον καλοῦσι, τῶν ἐκεῖ μορίων παρὰ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἱδρυμένων.» Ὄλυμποι δέ εἰσιν ἔξ· Μακεδονίας, Θεσσαλίας, ἐν ᾧ καὶ Ὀλύμπιά φησιν Ἀπολλόδωρος ἄγεσθαι, Μυσίας, Κιλικίας, Ἤλιδος, Ἀρκαδίας.