Ancient Greek · ~5 min
36 to 44
APOLLODORUS, Fragmenta 36-2-44
Not analysed yet
Τὸ ἄχει ἀντὶ τοῦ ψόφει, κροῦε. Ἐπεὶ ὁ τοῦ χαλκοῦ ἦχος οἰκεῖος τοῖς κατοιχομένοις. Φησὶν Ἀπολλόδωρος Ἀθήνησι τὸν ἱεροφάντην τῆς Κόρης ἐπικαλουμένης ἐπικρούειν τὸ λεγόμενον ἠχεῖον. Καὶ παρὰ Λάκωσι, βασιλέως ἀποθανόντος, εἰώθασι κρούειν λέβητα. Λυτιέρσης. . . . τοῦτον δέ φησιν Ἀπολλόδωρος ᾠδὴν εἶναι θεριστῶν, λέγων οὕτω· «Καθάπερ ἐν μὲν θρήνοις Ἰάλεμος, ἐν δὲ ὕμνοις Ἴουλος, ἀφ ̓ ὧν καὶ τὰς ᾠδὰς αὐτὰς καλοῦσιν, οὕτω καὶ τῶν θεριστῶν ᾠδὴ Λυτιέρσης.» Ἀγρεὺς ὁ Πἅν παρὰ Ἀθηναίοις, ὡς Ἀπολλόδωρος. Ἀμφιφῶντες, πλακοῦντος εἶδος· οἵτινες ἐγίνοντο, ὅτε ὁ ἥλιος καὶ ἡ σελήνη πρωἶ ὑπὲρ γῆς φαίνονται. Ἢ ὅτι ἐκόμιζον αὐτὸν (Sc. Τὸν πλακοῦντα), δᾳδία ἡμμένα περιπηγνύντες ἐπ ̓ αὐτῷ· ὥς φησιν Ἀπολλόδωρος. Ταυροπόλον· τὴν Ἄρτεμιν· ὅτι ὡς ταῦρος περίεισι πάντα, ὡς Ἀπολλόδωρος. Aesculapium vero eundem esse atque Apollinem, non solum hinc probatur, quod ex illo natus creditur; sed quod ei et jus divinationis adjungitur. Nam Apollodorus in libris, quibus titulus est περὶ θεῶν, scribit quod Aesculapius divinationibus et auguriis proesit. Nec mirum, siquidem medicinoe atque divinationum consociata; sunt disciplinoe. Ἀκρώρεια, ἄκρον ὄρους, ἐν ᾧ οἱ οἰκοῦντες Ἀκρωρεῖται. Οὕτω δὲ παρὰ Σικυωνίοις ἐτιμᾶτο [ὁ Διόνυσος]. Ἐκαλεῖτο δὲ παρὰ μὲν Σικυωνίοις Ἀκρωρείτης, παρὰ δὲ Μεταποντίνοις Ἐρίφιος. Ἀπολλόδωρός φησιν. Ἰλισσὸς, ποταμὸς τῆς Ἀττικῆς, «ἐν ὧ τιμῶνται αἱ Μοῦσαι Ἰλισσίδες», ὡς Ἀπολλόδωρος.