Ancient Greek · ~6 min
46 to 66
APOLLODORUS, Fragmenta 46-66
Not analysed yet
Ἀσσώριον, πόλις Σικελίας. Ταύτην τρισυλλάβως Ἀσσωρὸν καλεῖ Ἀπολλόδωρος ἐν πρώτῃ Χρονικῶν. Ἑλωρὸς, πόλις Σικελίας, ἀπὸ Ἑλώρου ποταμοῦ τοῦ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἐχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν πρώτῃ. Μυοῦς, πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ Χρονικῶν. Χήσιον, Ἰωνίας πολίχνιον, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν πρώτῳ. Μεναί, πόλις Σικελίας ἐγγὺς Παλίκων. Ἀπολλόδωρος ἐν βʹ Χρονικῶν. Νόαι, . . . πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν. Παρπάρων, χωρίον ἐν Ἀσίᾳ Αἰολικὸν, ἔνθα ἱστοροῦσι Θουκυδίδην ἀποθανεῖν, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν δευτέρῳ. Ὕκκαρον, φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δ ̓ ἐν δευτέρῳ Χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκκαρα. Φαβία, πόλις Κελτογαλατῶν, κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ Χρονικῶν. Χαιρώνεια, . . . τὸ κτητικὸν Χαιρωνικὸς καὶ Χαιρωνική. Ἀπολλόδωρος ἐν Χρονικῶν δευτέρῳ· «Κατὰ τὴν μάχην, ὥς φασι, τὴν Χαιρωνκήν.» Ἀμαξιτὸς, πολίχνιον τῆς Τρωάδος. . . . Τὸ ἐθνικὸν Ἀμαξιτεύς. Ἀπολλόδωρος δὲ ἐν Χρονικῶν τρίτῃ Ἀμαξιτηνούς φησιν. Λίγγος, φρούριον Κασσανδρέων. Ἀπολλόδωρος ἐν Χρονικῶν τρίτῳ, ὃς καὶ τὸ ἐθνικὸν Λιγγαῖος. Ληναῖος, ἀγὼν Διονύσου ἐν ἀγροῖς ἀπὸ τῆς ληνοῦ. Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν. Ἀερία, ἡ Αἴγυπτος. . . Ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν τετάρτῳ. Αἰδούσιοι, σύμμαχοι Ῥωμαίων πρὸς τῇ Κελτικῇ Γαλ ίᾳ. Ἀπολλόδωρος ἐν Χρονικῶν δʹ. Ἀμήστρατος, πόλις Σικελίας. Ἀπολλόδωρος τετάρτῃ Χρονικῶν. Ἀρόερνοι, ἔθνος μαχιμώτατον τῶν πρὸς τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωρος τετάρτῃ Χρονικῶν· «Κελτῶν Ἀροέρνους.» Δῶρος, πόλις Φοινίκης . . . Ἀπολλόδωρος δὲ Δῶρος καλεῖ ἐν Χρονικῶν δ. Καινοὶ, ἔθνος Θρᾴκιον. Ἀπολλόδωρος ἐν Χρονικῶν τετάρτῳ. Χαλκητόριον, πόλις Κρήτης. Ὁ πολίτης Χαλκητορεύς. Ἀπολλόδωρος τετάρτῳ Χρονικῶν· Μεθ ̓ οὖ Χαρίδημος ἤν φυγὰς Χαλκητορεύς.» Πάρθος, πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν Χρονικοῖς.