Ancient Greek · ~5 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 67-2
Not analysed yet
οὔτε ἄλλῃ τινὶ δαιμωνιώδει αὐτῶν ἱστορίᾳ. Σχεδὸν γὰρ ἀπὸ ταύτης τῆς συγγραφῆς καθάπερ ἔκ τινος πηγῆς βορβορώδους καὶ τῶν παραπλησίων αὐτῇ πᾶσα μυθώδης Ἑλληνικὴ καὶ Μανιχαϊκὴ κακοδοξία ἀνέβλυσε. Καὶ τῶν καθ ̓ ἡμᾶς δὲ αἱρέσεων οὐκ ὀλίγαι τὰς ἀρχὰς ἐκ τοιούτων ἀπατηλῶν ἐσχήκασι τὰς ἀφορμάς. Οὑ χάριν προήχθημεν ἀσφαλείας ἕνεκα τῶν τὰ τοιαῦτα μυθάρια ὡς καίρια λογιζομένων τὰς προγραφείσας μαρτυρίας Ἀλεξάνδρου καὶ τῶν προειρημένων δύο μοναζόντων Ἀννιανοῦ τε καὶ Πανοδώρου τῶν ὁμοχρόνων ἐπὶ Θεοφίλου τοῦ εἰκοστοῦ δευτέρου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀκμασάντων καὶ πολλά χρήσιμα κεφάλαια ἱστορικὰ πεπονηκότων παραθέσθαι. Εἰ καὶ ἐν τῷδε τῷ μέρει δοκοῦντές τι κατορθοῦν οὐδὲν τῇ ἀληθείᾳ κέρδος προσήγαγον, δεξάμενοι τὰς Ἀλεξάνδρου τοῦ προῤῥηθέντος περὶ τῆς τῶν Χαλδαίων βασιλέων δόξας, ὅτι πρὸ τοῦ κατακλυσμοῦ ἐν βαβυλῶνι ἐβασίλευσαν, καὶ τὸν τῶν ἐτῶν μυριαδισμὸν ἀλληγορησάντων, πρὸς τούτοις δὲ καὶ Ἀβυδηνοῦ καὶ Ἀπολλοδώρου περὶ τῶν αὐτῶν, καὶ ἔτι Μανεθῶ περὶ τῆς Αἰγυπτίων δυναστείας πρὸ τοῦ κατακλυσμοῦ παρόμοια μυθολογοῦντας, ὧν τὰς χρήσεις, Ἀβυδηνοῦ λέγω καὶ Ἀπολλοδώρου καὶ Μανεθῶ, προστεθῆναι ταύτης ἡγοῦμαι τῆς προθέσεως, ὡς ἂν καὶ ἐξ ἀλλήλων αὐτοῖς τὸ ἀσύμφωνον συναχθῇ καὶ ὑφ ̓ ἑαυτοῦ το κακὸν ἀνατραπῇ, καὶ οὕτω τοῖς μετὰ τὸν κατακλυσμὸν ἔτεσι τὰ κατὰ μέρος ὅση δύναμις ἐπισημήνασθαι.