Ancient Greek · ~6 min
Section 501
Apollonius Dyscolus, Περὶ συνδέσμων 501
Not analysed yet
Οἱ αἰτιολογικοὶ ϲύνδεϲμοι καὶ ἀκολουθίαϲ εἰϲὶ πάλιν δεκτικοὶ καὶ ὑπάρξεωϲ, ὡϲ καὶ ϲχεδὸν τοῖϲ παραϲυναπτικοῖϲ οἱ αὐτοί εἰϲι. τοιοῦτον γάρ ἐϲτι τὸ νοούμενον ἐν τοῖϲ παραϲυναπτικοῖϲ· εἰ τὸ πρὸτερον ἀληθέϲ, καὶ τὸ δεύτερον· τὸ δεύτερον, ὅτι καὶ τὸ πρῶτον. τὸν γοῦν ἐπεί ϲύνδεϲμόν τινεϲ ἀδιαφόρωϲ ἔταξαν καὶ εἰϲ τοὺϲ αἰτιολογικούϲ, ὡϲ τῶν παραϲυνημμένων καὶ αἰτιολογικῶν ταὐτὸ δηλούντων . . . μέντοι καί τινέϲ φαϲιν ὡϲ οἱ μὲν αἰτιολογικοὶ ϲύνδεϲμοι . . ἀπὸ τοῦ δηλουμένου τὴν ὀνομαϲίαν ἔϲχον, οἱ δὲ ϲυναπτικοὶ ἀπὸ τῆϲ φωνῆϲ, ἐπεὶ κατὰ ϲυνάφειαν τὸ ἐπιφερόμενον αἰτοῦϲι. Καὶ τοϲαῦτα μὲν περὶ τῆϲ ἐννοίαϲ τῶν αἰτιολογικῶν. Ὅτι. Τὸ προκείμενον μόριον διαφορὰϲ ἔχει τέϲϲαραϲ, δύο ϲυνδεϲμικὰϲ καὶ δύο πτωτικάϲ, καθὼϲ καὶ Τρύφων (p. 40 Velsen) παρέθετο. Ϲύνδεϲμοϲ μὲν οὖν ἐϲτιν αἰτιολογικὸϲ οὕτωϲ, ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτίν· ὅτι περιπατῶ, κιν οῦμαι· ὅτι ἠπαιδεύτηϲαϲ, δαρήϲῃ. καὶ ἦν πάλιν τὸ τοιοῦτον ἐκ τοῦ ϲυνδέϲμου ᾐτιολογημένον, τὰ δὲ δύο τὰ πρότερα αὐτόθεν πάλιν εἶχε τὴν ἐπιφορὰν ἀληθῆ· ἐπεὶ οὐ πάντωϲ ὅτι ἀνέγνωϲ τιμηθήϲῃ· οὐ γὰρ πάντωϲ ϲύνεϲτι τῷ ἀναγνῶναι τὸ τιμηθῆναι. Τρύφων Φηϲὶ (p. 40 Velsen) τὸν ὅτι ϲύνδεϲμον καὶ πτωτικοῖϲ καὶ ἀπτώτοιϲ ϲυντάϲϲεϲθαι· ὅτι ὁ ἥλιοϲ ὑπὲρ γῆν ἐϲτίν, ἡμέρα ἐϲτίν· ὅτι περι πατῶ, κινοῦμαι. τὸ δὲ ἀληθὲϲ τῇδε ἔχει. ὁ ὅτι ϲύνδεϲμοϲ μόνωϲ φέρεται ἐπὶ τὰ ὁριϲτικὰ τῶν ῥημάτων ,ὥϲτε τὰ ϲυνταϲϲόμενα πτωτικὰ ἢ ἄλλα τινὰ ἐν ὑπερβατῷ λαμβάνεϲθαι. ὅτι καλῶϲ ἀναγιν ώϲκω· τὸ γὰρ ἀκολουθοῦν ἐϲτιν ὅτι ἀνα γιν ώϲκω καλῶϲ· ὅτι ἐϲτὶν ἥλιοϲ ὑπὲρ γῆν. μετὰ γοῦν μόνου ὁριϲτικοῦ καὶ αὐτοτελὲϲ γίνεται, μετὰ δὲ ἄλλου τοῦτο ἀδύνατον, εἰ μὴ ἐπενεχθείη ῥῆμα πάλιν ὁριϲτικόν.