Ancient Greek · ~7 min
Section 503
Apollonius Dyscolus, Περὶ συνδέσμων 503
Not analysed yet
ὡϲ εἰ καὶ ἄλλοι ποιητικοὶ εἰϲ τοὺϲ ϲυνήθειϲ, ὁ αὐτάρ εἰϲ τὸν δέ, ὁ ἠμέν, ὁ ἠδέ εἰϲ τὸν καί. Ἔχει δὲ καὶ ὁ προκείμενοϲ ϲύνδεϲμοϲ πάλιν ἀμφιβολίαν ,πότερον εἷϲ ἐϲτὶν ἁπλοῦϲ ἢ ἐν παραθέϲει ἔχει τὸ οὗ, οὗ ἕνεκα οὕνεκα. (οὐκ εὔλογον ἐπὶ τούτου ϲύνθεϲιν παραδέξαϲθαι, καθὸ τὸ οὗ, εἴτε καὶ ἄρθρον ἐϲτὶν εἴτε ἀντωνυμία, οὐκ ἂν ϲυντεθείη, ὡϲ ἐντελῶϲ ἀπεδείξαμεν ἐν τῷ περὶ ϲχημάτων.) —Καὶ εἰϲ μὲν ἐπίδειξιν τοῦ τὴν φωνὴν μίαν ἁπλῆν καθεϲτάναι παραλαμβάνοιτο ἂν ὅδε ὁ λόγοϲ. Τῶν μορίων τούτων τὰ ἐν ἀνταποδόϲει τοῦ τ πάντα ἁπλᾶ καθειϲτήκει, ἕωϲ τέωϲ, ἧμοϲ τῆμοϲ, ὄφρα τόφρα. εἴπερ οὖν οὕνεκα ἐϲτὶ καὶ τούνεκα, ἀνταποδιδόμενον ,γνώριμον ὡϲ τὸ προκείμενον ἁπλοῦν. —Ἀλλ’ εἰ καὶ παράθεϲιν ὑπαγορεύει ποτὲ τὸ οὕνεκα, οὐ διὰ τοῦτο ἐν δυϲὶ μέρεϲι λόγου, εἴγε ἐξ ἁπλῶν πλείονα μέρη δηλοῦται· ἁπλοῦν τὸ Αἰακίδηϲ, δηλοῦν Αἰακοῦ υἱόν. ἀλλὰ καὶ τὰ κτητικὰ πάλιν ἁπλᾶ ὄντα εἰϲ δύο ὀνόματα ἀναλύεται, καὶ τὰ ϲυγκριτικὰ εἰϲ ὄνομα καὶ τὸ μᾶλλον καὶ ἄλλο τι τῶν ἀφ’ ὧν παρῆκται. ϲύνθετοί τε φωναὶ ἁπλοῦν ἔχουϲι τὸ δηλούμενον. —Ἀλλὰ πρόϲ γε τὰ εἰρημένα ἀντιλέγοι τιϲ ἂν ὡϲ τὰ ἀνταποδοτικὰ εἰϲ α λήγοντα ἐπέκταϲιν ἀναδέχεται, τηνίκα τηνικαῦτα, τόϲα τοϲαῦτα, τοῖα τοιαῦτα. καὶ τῷ παρὰ τὸ οὕνεκα τοὔνεκα παρείπετο ἂν ἡ αὐτὴ ἐπέκταϲιϲ. —καὶ ἴϲωϲ τὸ τοιοῦτον οὐκ ἄγαν ἄλογον, ἐπεὶ καὶ τὸ τόφρα ὂν ἀνταποδοτικὸν οὐκ ἀναδέδεκται τὴν ἐπέκταϲιν. διὸ καὶ ὁ Τρύφων (p. 40 Velsen )ἐν κανόνι προϲετίθει, ὅτε μὴ μακρᾷ παρεδρεύηται· ἀλλ’ ἦν πάλιν τὸ τοῖα εἰϲ τὸ τοιαῦτα ἐπεκτεινόμενον. Τὰ ἐν ἁπλοῖϲ πλείονα δηλοῦντα οὐκ ἔχει ἐγκειμέναϲ τὰϲ φωνὰϲ τῶν δηλουμένων. τὸ Αἰακίδηϲ, δηλοῦν καὶ τὸν υἱόν, οὐκ ἔχει τὴν υἱόϲ φωνήν· τὸ γοργότεροϲ, δηλοῦν καὶ τὸ μᾶλλον, οὐκ ἔχει ἐγκείμενον τὸ μᾶλλον· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων. ὅτε μέντοι ταῖϲ φωναῖϲ καὶ τὰ δηλούμενα ϲυνομολογεῖ,