Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 95
Not analysed yet
Οὐχὶ οὖν ἄπορον ἔϲται πῶϲ τὰ μὲν ὀνόματα μετὰ ἄρθρων ἐκφέρεται, αἱ δὲ ἀντὶ τούτων παραλαμβανόμεναι ἀντωνυμίαι ἀπεώϲαντο τὴν τῶν ἄρθρων παράεθεϲιν, τάχα καὶ τῆϲ φωνῆϲ ἐπιζητούϲηϲ τὴν τῶν ἄρθρων ϲύνταξιν ἕνεκα τοῦ ϲυτκεχυμένου κατὰ τὴν φωνὴν γένουϲ; Ἔϲτιν οὖν πρὸϲ τὸ τοιοῦτον φάναι· ὥϲπερ καὶ αὐτὰ τὰ ὀνόματα διά τινα παρεπόμενα οὐδ᾿ ὅλωϲ δύναται ἄρθρον ποραδέξαϲθαι, ὡϲ ἐδείχθη, τὸν αὐτὸν ἄρα τρόπον καὶ τὰ μόρια τὰ ἀντὶ τούτων παραλαμβανόμενα ὑφέξει αἰτίαν τῆϲ ὑποϲτολῆϲ τῶν ἄρθρων.