Ancient Greek
Paragraph 1
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 1
Not analysed yet
Παντί τῳ προῦπτόν ἐϲτιν, ὡϲ ἡ ϲύντομοϲ ἑρμηνεία μετὰ τῆϲ δεούϲηϲ ϲαφηνείαϲ πολλῷ κρείττων καθέϲτηκε τῆϲ οὐχ οῦτωϲ ἐχούϲηϲ φράϲεωϲ. ὅθεν κατὰ δύναμιν τὴν ἰδίαν πειραϲόμεθα. τὸν περὶ τῶν ἀντωνυμιν λόγον διεξιόντεϲ, τὰ μὲν παρέλκοντα παραπέμπεϲθαι, τὰ δὲ ἐλλείποντα προϲαναπληρῶϲαι, τὰ δὲ μακροπεριοδεύτωϲ ὑπ᾿ ἐνίων εἰρημένα ἀνελλιπῶϲ ἐπιτομώτερον φράϲαι.