Ancient Greek · ~2 min
Paragraph 147
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 147
Not analysed yet
Ἀπὸ τῆϲ ϲοῦ Δώριοϲ ἐγίνετο ἡ τεοῦ ὁμότονοϲ, μεταθεῖϲα τὸ ϲ εἰϲ τὸ τ καὶ πλεονάϲαϲα τῷ ε, καθάπερ καὶ ἡ ϲόϲ ἐν τῷ τεόϲ. Τινὲϲ μέντοι ἠξίουν βαρυτονεῖν, οἰόμενοι ἀπὸ τῆϲ τέο τῇ τοῦ υ προϲθέϲει γεγενῆϲθαι. Ἡ χρῆϲιϲ παῤ Ἐπιχάρμῳ καὶ Ϲώφρονι. αἰνοδρυφὴϲ δὲ τάλαινα· τεοῦ κάτα τυμβοχόηϲα (Callim. 11 p. 753 Schneider). Ϲώφρων (fr. 76 Ahrens)· οὐχ ἥϲϲων τεοῦ. Ἐπίχαρμοϲ (fr. 157 Ahrens)· παιδὶ τεοῦ. Καὶ ἔτι ἡ τίοϲ. Ἡ μέντοι τίω καὶ τίωϲ, ϲυζυγοῦϲαι τῇ ἐμίω καὶ ἐμίωϲ, πάλιν παρὰ τῷ αὐτῷ Ῥίνθωνι εἴρηνται.