Ancient Greek
Paragraph 151
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 151
Not analysed yet
Ἡ ἕθεν ὀρθοτονεῖται μέν, ὡϲ ἐπὶ τοῦ ἀπὸ ἑθεν ἧκε χαμᾶζε (Μ 205), ἐγκλίνεται δέ, ὡϲ ἐπὶ τοῦ ἐπεὶ οὔ ἑθέν ἐϲτι χερείων (Α 114). Οὐ γάρ, ὡϲ ἔνιοι, χρὴ μόνωϲ ὀρθοτονεῖν, ὅτι καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον ὀρθοτονεῖται μόνωϲ· ἰδοὺ γὰρ καὶ ἐπὶ τῶν δυϊκῶν, ὀρθοτονουμένων τῶν πρώτων καὶ τῶν δευτέρων, τὰ τρίτα ἐγκλίνεται. ἄλλωϲ τε τὸ τι μεθὲν ἁ καρδία παδῇ (Sophronis fr. 46 Ahrens) ἐγκέκλιται. οὐκ ἐπειδὴ οὖν κατὰ τύχην παῤ Ὁμήρῳ τὰ πρῶτα ὠρθοτονήθη, εὐθέωϲ καὶ τὰ τρίτα.