Ancient Greek · ~3 min
Paragraph 163
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 163
Not analysed yet
Οἱ. Ϲυνήθηϲ Ἀττικοῖϲ καὶ Ἴωϲι. πεζολόγοι ἐχρήϲαντο Πλάτων καὶ Ξενοφῶν. εἴρηται ὡϲ ὀρθοτονουμένη περιϲπᾶται, τῶν ϲυζύγων ὀξυνομένων. Αἰολεῖϲ ϲὺν τῷ F· φαίνεταί Fοι κῆνοϲ (fr. 2 Ahrens, Bergk3 ad fr. 2) Ϲαπφώ. Βοιωτοὶ ϲυνήθωϲ εἰϲ τὸ Fῦ μεταλαμβάνουϲι. καὶ Δωριεῖϲ ὁμοίωϲ ἡμῖν λέγουϲιν οὐκέτι οἱ δῶ, Ϲώφρων (fr. 77 Ahrens). —Ἡ μετὰ τοῦ ε μόνωϲ ὀρθοτονεῖται. εἴρηται δὲ ὡϲ καθόλου αἱ πλεονάϲαϲαι τῷ ε μόνωϲ ὀρθοτονοῦνται. —Τῇ τίν ϲύζυγοϲ ἡ ἵν, τοῦ τ ἀρθέντοϲ. Ἡϲίοδοϲ· ἳν δ᾿ αὐτῷ θανάτου ταμίηϲ (fr. CCIV Goettling, V Schoemann). ἔϲτι καὶ ἡ ἐῖν ἀπὸ τῆϲ τεῖν παρὰ Ἀντιμάχῳ (p. 29 Stoll) καὶ Κορίννῃ (fr. 36 Bergk3), ἐπὶ αἰτιατικῆϲ ἔϲθ᾿ ὅτε παραλαμβανομένη·