Ancient Greek · ~2 min
Paragraph 168
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 168
Not analysed yet
Ἡ μίν μόνωϲ ἐγκλίνεται. διὸ καὶ ταῖϲ ἐγκλινομέναιϲ μόναιϲ ἰϲοδυναμεῖ οὐκέτι δὲ καὶ ταῖϲ ὀρθοτονουμέναιϲ, ἐν οἶϲ κατ’ ἀρχὴν ἐκεῖναι τιθέμεναι, λέγω δὲ τὴν αὐτόν, τὴν ἕ, οὐκ ἔχουϲι τὴν μίν ἀνθυφαγομένην· εἴρηται δὲ ὡϲ ἀδύνατον ἐγκλιτικὸν μόριον ἐν ἀρχῇ εὑρέϲθαι. Ἔτι διαφέρει τῆϲ ⟨αὐτόν ἡ⟩μίν, ᾖ ἡ ἐξ αὐτῆϲ μὲν μετάληψιϲ γίνεται εἰϲ τὴν αὐτόν, οὐκέτι δὲ ἡ αὐτόν εἰϲ τὴν μίν μεταλαμβάνεται, ἡνίκα ἐν πρώτῳ καὶ δευτέρῳ ἐϲτί. τοῦτο δὲ καὶ ἐπὶ τῶν κατὰ τὸ τρίτον παϲῶν.