Ancient Greek
Paragraph 207
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 207
Not analysed yet
Ἡμἃϲ. Ταύτηϲ ὁλοκληροτέραν φαϲὶ τὴν παρὰ τοῖϲ Ἴωϲι διήρημένην, λέγω δὲ τὴν ἡμέαϲ. «ὃν γὰρ τρόπον παρὰ τὸ ταχεῖϲ ταχέαϲ, οὕτωϲ ἡμεῖϲ ἡμέαϲ, καὶ Ἀττικῶϲ ἡμᾶϲ. ὡϲ Εὐβοέαϲ Εὐβοᾶϲ.» Ἀλλ᾿ οὕτε ἡ ἡμεῖϲ ὁμοία τῇ ταχεῖϲ, ὡϲ ἀπεδείχθη, οὕτε Ἀττικοὶ τὸ ε καὶ τὸ ᾱ ϲυναιροῦϲιν, ὅτε μὴ καθαρεύοι τὸ ε, ὡϲ ἐπὶ τοῦ ἱέαϲιν ἱᾶϲιν· οὐ γὰρ ἔτι ἐπὶ τοῦ τιθέαϲι. καὶ Εὐβοᾶϲ φαϲίν, ἀλλ᾿ οὐκέτι ταχᾶϲ.