Ancient Greek
Paragraph 3
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 3
Not analysed yet
Ἀρίϲταρχοϲ λέξειϲ κατὰ πρὸϲωπα ϲυζύγουϲ ἐκάλεϲε τὰϲ ἀντωνυμίαϲ. Ὧι καὶ ἀντίκειται τὸ μὴ ἴδιον εἶναι τοῦτο τῶν ἀντωνυμιῶν· ἰδοὺ γὰρ καὶ τὰ ῥήματα. μᾶλλον γὰρ αὐτῶν ὁ ὅροϲ· καὶ γὰρ κατὰ πᾶν πρόϲωπον ἀκολουθεῖ, αἱ δὲ ἀντωνυμίαι οὐχ οὕτωϲ, ὡϲ είρήϲεται.