Ancient Greek · ~1 min
Paragraph 43
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 43
Not analysed yet
Ἡ μὲν ἐν τοῖϲ ὀνόμαϲι παραγωγὴ εἰδὸϲ καλεῖται· εἴδει γὰρ παραπλήϲιόν τι παραδέχεται κατὰ τὴν ἑτεροίωϲιν τοῦ τέλουϲ, δι’ οὐ γνωρίζεται. ἡ δὲ ἐν τοῖϲ ῥήμαϲι καὶ ἀντωνυμίαιϲ μετάβαϲιϲ πρόϲωπον· ἐπιτήδειον γὰρ τοῦτο δεῖξιν ϲωματικὴν καὶ ψυχικὴν διάθεϲιν παραϲτῆϲαι. ὀρθῶϲ οὖν ἡ διορίζουϲα λέξιϲ τὰ προκείμενα πρόϲωπον ἐκλήθη.