Ancient Greek · ~1 min
Paragraph 82
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 82
Not analysed yet
Ὁμοίωϲ καὶ αἱ ϲύνθετοι· καὶ γὰρ αὗται ἀντιδιαϲταλτικαί. τὸ γὰρ παρὰ τῇ οἰκίᾳ μου ἕϲτηκα ἐγκλινόμενον διαφέρει τοῦ παρὰ τῇ cἐμαυτοῦ οἰκίᾳ, ἡ τὸ μὲν διαϲτέλλει τὸ οὐ τῇ τούτου, τὸ δὲ ἀπόλυτον. καὶ καθὸ ἀδύνατον ἐγκλιτικὸν ϲυντεθῆναι, διὸ καὶ παρὰ Ἀττικοῖϲ τὸ πώποτε ἐϲημειοῦτο. ὑγιῶϲ οὖν καὶ ἀπ᾿ ὀρθοτονουμένων ἡ ϲύνθεϲιϲ καὶ μόνωϲ ὀρθοτονοῦνται.