Ancient Greek
Paragraph 97
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 97
Not analysed yet
Δέον οὐν, ὡϲ προείρηται, τὰ ἐν δυϲὶ τρίτοιϲ νοούμενα, εἴτε κα. τ᾿ ἀπόλυϲιν, ὡϲ τὸ ἐγκλινόμενον, εἴτε κατ’ ὀρθὸν τόνον ἀνεγνώϲθη ἕνεκα διαϲτολῆϲ ἢ ἄλληϲ τινὸϲ ϲυντάξεωϲ, εἰϲ ἁπλᾶϲ μεταλαμβάνειν· τὰ δὲ ἐν τρίτῳ καὶ ἐν ταὐτῷ εἰϲ ϲυνθέτουϲ, ἅπερ ἂν εὑρεθείη πάντωϲ κατ’ὀρθὸν τόνον, ἕo δ’ αὐτοῦ πάντα κολούει (Θ 211) ἑὲ δ’ αὐτὸν ἐποτρύνει (Υ 171) ἠ γὰρ ἔμελλεν οἱ τ’ αὐτῷ θάνατόν τε κακόν (Π 47 )ἐπὶ γὰρ Πατρόκλου ἥ τε ἀντωνυμία καὶ τὸ ῥῆμα. Ἔτι εἰ αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον ὀρθοῦ τόνου ἐχόμεναι ἀντιδιαϲτολὴν ἀναδέχονται, τί τὸ ἐμποδὼν τὸ καὶ ἐπὶ τρίτου τὴν ἀντιδιαϲτολὴν διήκειν, καὶ ὃν τρόπον τὸ καὶ ἐμοὶ ἐγένετο, καὶ ϲοὶ ἐγένετο ἀμετάληπτα εἰϲ ϲύνθεϲιν, οὕτω καὶ οἱ τ’ αὐτῷ. «Ἀλλὰ αἱ κατὰ τὸ τρίτον εἰϲ ϲύνθετον μεταλαμβάνονται.» Τί δέ; οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον, καὶ εἰ ϲπανιάκιϲ, ἀλλ’ οὖν γε μεταλαμβάνονται; αὐτὸν μὲν ϲὲ πρῶτα ϲάου (ρ 595) οὐδ’ ἐμέ φημι λελαϲμένον (N 269) καὶ ἐμὲ λύϲομαι (K 378) εἴρηταί τε καὶ ἡ αἰτία τοῦ τὰϲ κατὰ τὸ τρίτον πλείοναϲ εἶναι.