Ancient Greek · ~2 min
Paragraph 99
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 99
Not analysed yet
ῶ τε χερνᾶτιϲ γυνὰ οὐδὲν προμαθιωμένα (lyr. gr. III 3 p. 1359 Bergk)· οἱ δὲ εἰϲ τὴν οἴ πρωτότυπον μετάγουϲι τὴν γραφήν, ἵνα δοτικὴ ἀντὶ γενικῆϲ ἀκούηται, ὁμοίωϲ τῷ Ἀχιλῆι δαμαϲθείϲ (X 55). Χρὴ οὗν προϲανέχονταϲ τῷ προκειμένῳ λόγῳ μεταλαμβάνειν τὰϲ τοιαύταϲ τῶν ἀντωνυμιῶν εἰϲ τε ἁπλᾶϲ καὶ ϲυνθέτουϲ, τὰ νῦν περιγραφομένηϲ τῆϲ πολλῆϲ παραθέϲεωϲ ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον προάγειν τὸν λόγον.