Ancient Greek
Paragraph 1
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 1
Not analysed yet
Πάϲη λέξει παρέπονται δύο λόγοι, ὅ τε περὶ τῆϲ ἐννοίαϲ καὶ ὁ περὶ τοῦ ϲχήματοϲ τῆϲ φωνῆϲ. ὅθεν καὶ ἡ τῶν ἐπιρρημάτων διέξοδοϲ εἰϲ τούϲ προκειμένουϲ λόγουϲ ὑποϲταλήϲεται. καὶ πρότερόν γε τὸν περὶ τῆϲ ἐννοίαϲ λόγον ποιήϲομαι.