Ancient Greek · ~12 min
Paragraph 133
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 133.1
Not analysed yet
Ὅτι πρωτότυπόν ἐϲτι τῶν εἰϲ ωϲ ληγόντων τὸ ἕωϲ, δῆλον, οὐ μὴν τὸ ἰϲοδυναμοῦν εἰϲὅ, καθὸ καὶ ἐν τόνῳ καὶ ἐν πνεύματι ἐπιϲτάϲεωϲ ἐδέετο. ἐν πνεύματι μὲν οὗν, ὡϲ ἀδύνατόν ἐϲτι τὴν ἐν φωνήεντι δαϲεῖαν ἐπὶ τέλουϲ εὑρέϲθαι· ἐν τόνῳ δέ, καθὸ οὐδεμία λέξιϲ εἰϲ ο λήγουϲα τόνου ἔχεται τοῦ ὀξέοϲ, καὶ ἕνεκά γε τούτου τὸ αὐτό ἐϲημειοῦτο, περὶ οὐ εἴρηται περὶ τῶν ἀντωνυμιῶν. ὅτι μὲν οὖν καὶ ἄλλα ἐϲημειοῦτο ἕνεκα τοῦ ἐπὶ τέλουϲ πνεύματοϲ, εἶρηται καὶ ἐν τῷ περὶ δαϲείαϲ καὶ ψιλῆϲ οὐ μὴν τὸ προκείμενον μόριον «ὀφείλει καὶ περιϲπᾶϲθαι καὶ γράφεϲθαι ϲύν τῷ ι ». Ἀλλ’ οὔτε περιϲπᾶται, οὔτε ϲὺν τῷ ι γράφεται, μετάληψιν δὲ ἔχει εἰϲ δύο μέρη λόγου κατ᾿ αἰτιολογικὴν ἔννοιαν. καὶ ἄπορόν γε, πότερον ἐπίρρημά ἐϲτιν αἰτίαϲ παραϲτατικόν, ἤ ϲύνδεϲμοϲ αἰτιώδηϲ. ἡ ϲύνταξιϲ αἰτιολογική, ὡϲ εἰ καὶ ἐπ᾿ ὀνόματοϲ καὶ τῆϲ διά προθέϲεωϲ, λέγω δὲ ἐπ᾿ ὀνόματοϲ τοῦ κατ᾿ αἰτιατικὴν νοουμένου, ἐφ᾿ ἧϲ καὶ μάλιϲτα ἡ αἰτιολογικὴ φράϲιϲ γίνεται. τὸ γὰρ φάναι δι᾿ Ἀριϲτάρχου ἢ δι’ Ἀλεξανδρείαϲ δῆλον ὡϲ ϲημαίνει ἐπὶ μὲν τῶν ἐμψύχων τὸ γινώϲκοντοϲ Ἀριϲτάρχου, τὸ δὲ ἐπὶ τῶν τοπικῶν τὴν δι᾿ αὐτῶν γινομένην πορείαν, δι᾿ Ἀλεξανδρείαϲ, διὰ τοῦ Ἑλληϲπόν του· τὸ γὰρ ἐπ᾿ αἰτιατικῆϲ παραλαμβανόμενον αἰτιολογικὴν ὑπαγορεύει φράϲιν, δι᾿ Ἀλέξανδρον, δι᾿ Ἀρίϲταρχον, διὰ τὴν πόλιν, διὰ τὴν Λέϲβον, διὰ τὴν Ἴλιον. ὅθεν δοκεῖ μοι καὶ τόδε τὸ μόριον ταύτηϲ ἔχεϲθαι τῆϲ ϲυντάξεωϲ. ὡϲ μὲν οὖν οὐ δύναται δοτικῆϲ εἶναι πτώϲεωϲ, προφανὲϲ ἐκ τοῦ ϲημαινομένου (δοτικὴ γὰρ οὐδέποτε αἰτιολογικὴν φράϲιν παρίϲτηϲι), καθὼϲ ἔφαμεν, μαρτυρούϲηϲ καὶ τῆϲ παραδόϲεωϲ καὶ κατὰ τάϲιν καὶ κατὰ γραφήν. ὅτι δὲ οὐδὲ αἰτιολογικὸϲ ϲύνδεϲμοϲ, προῦπτον. οὐ γὰρ δή γε ἀντιμεταλήψειϲ εἰϲὶν ἐν αὐτοῖϲ τοῖϲ αἰτιολογικοῖϲ ϲυνδέϲμοιϲ, λέγω τῷ ὅτι ἢ γάρ ἢ ἕνεκα ἤ τινι τῶν τοιούτων. —Ῥητέον οὖν ὡϲ ἐθιμώτερον οἱ ποιηταὶ ἐλλείπουϲι προθέϲεϲιν, ὡϲ ἐπὶ τοῦ ἴθυϲε μάχη πεδίοιο (Ζ 2), ἀλλ᾿ ὑμεῖϲ ἔρχεϲθε (1 649), πικρὰϲ ὠδῖναϲ ἔχουϲαι (Λ 271), καὶ τίϲιϲ ἔρχεται Ἀτρείδαο (α 40) καὶ ἐπί γε μάλιϲτα τοῦ προκειμένου μορίου. οὐ γὰρ ἂν ἄλλωϲ αἰτιολογικὴν φράϲιν ὑπέφαινεν, εἰ μὴ ἔλιπε τῇ διά, ἀεὶ ϲημαινούϲῃ καὶ αἰτιολογικὴν ϲύνταξιν, ὡϲ ἔφαμεν, ἐπ’ αἰτιατικῆϲ πτώϲεωϲ. Ἀλλ’ ἐκεῖνό τίϲ φηϲι· «ποῦ οὖν ἡ αἰτιολογικὴ πτῶϲιϲ» Πρὸϲ ὃν φαίημεν, ὡϲ ἀνεπέκτατόϲ ἐϲτιν ἐν τῷ τὸ καὶ οὔ τι πολὺν χρόνον (M 9), ὅθεν δοκεῖ καὶ τὰ τῆϲ τάϲεωϲ ϲυμμεμενηκέναι κατ’ ὀξεῖαν τάϲιν, καὶ τὰ τῆϲ γραφῆϲ. τὸ λεῖπον οὖν ἡ μετάληψιϲ ἀπέλαβε, λέγω τὴν διὰ πρόθεϲιν. ἀεὶ γὰρ τὰ μεταλαμβανόιενα πρὸϲ ποιητῶν ἀνάγεται εἰϲ ϲαφήνειαν καὶ ϲυνήθη προφοράν. καὶ γὰρ μεταλαμβανόμενον τὸ ἴθυϲε μάχη πεδίοιο (Ζ 2) ἀπολαμβάνει τὴν διά, καὶ τὸ λεῖπον τῆϲ προθέϲεωϲ, ῥῆμα λέγω ἀλλ’ ἄνα εἰ μέμονάϲ γε (Ι 247) εἰϲ ἐντελῆ προφορὰν τοῦ ἀνάϲτηθι. Οὐκ ἀήθωϲ δὲ καὶ τὸ ὑποτακτικὸν πάντωϲ ἐπιζητήϲει τὴν διὰ. οὐ δυνάμενον ἐν ἀρχῇ παραλαμβάνεϲθαι, τό γε μὴν προτακτικόν, ἠθιϲμένον κατ’ ἀρχὰϲ λόγων παραλαμβάνεϲθαι, οὐκ ἀήθη ἔϲχε τὴν κατ’ ἀρχὰϲ θέϲιν.