Ancient Greek
Paragraph 134
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 134
Not analysed yet
Εἴπερ τὸ ἄν τικρυϲ βαρύνεται, τί δή ποτε οὐχὶ καὶ τὸ κατ’ ἀποβολὴν τοῦ ϲ, καθὸ καὶ ἐπ’ ἄλλων ἔϲτιν ἐπινοῆϲαι, πολλάκι, ἑπτάκι, τουτάκι Ἤ καθὸ τὰ εἰϲ ῦ λήγοντα ἐπιρρήματα ἐθέλει ὀξύνεϲθαι, ὡϲ ἔχει τὸ μεταξύ καὶ τὸ εὐθύ; (τὸ γὰρ ἔϋ ἴϲωϲ ἀπὸ διαιρέϲεώϲ ἐϲτι τοῦ εὖ, ἢ καὶ τάχα παράλογον ἔχει τὴν τάϲιν, ὡϲ δεδείξεται). —Ἔϲτι καὶ τῇδε ἀποφήναϲθαι, ὡϲ μᾶλλον κατώρθωτο τὸ ἀντικρύ, τῆϲ ὑγιοῦϲ τάϲεωϲ ὑπόμνηϲιϲ καθεϲτηκόϲ, τὸ δὲ ἄντικρυϲ ἠλόγηται βαρυνόμενον, εἴγε τὰ τοιαῦτα τῶν ἐπιρρημάτων ὀξύνεται, ἰθύϲ, ἐγγύϲ· καὶ ἕνεκα τούτου παράλογον τὸ ἄντικρυϲ.