Ancient Greek · ~9 min
Paragraph 14
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 14
Not analysed yet
Μηδὲ ἐκεῖνό γε παραλελείφθω, τί δή ποτε, εἰ καὶ ἐν ὑποτάξει ἐϲτὶ τὰ ἐπιρρήματα τοῦ ῥήματοϲ καὶ ἐν προτάξει, ἀπὸ τοῦ προτετάχθαι τὴν ὀνομαϲίαν ἔλαβε Πρὸϲ ὃ ἔϲτιν ὑπαντῆϲαι ὅτι ὅμοιόν ἐϲτι τῷ καὶ τὴν αὐτόϲ ἀντωνυμίαν ἐπιταγματικὴν καλεῖν. ἐπιτάϲϲεται μέν, αὐτὸϲ ἑκών οἱ δῶκα (δ 649) καὶ αὐτῷ τοι μετόπιϲθ᾿ ἄχοϲ ἔϲϲεται (1 249)· ὑποτάϲϲεται δὲ οὕτωϲ, ϲοὶ δ᾿ αὐτῷ μελέτω (Ο 231)· καὶ ὁμοίωϲ ἀπὸ τῆϲ κατὰ τὴν ἀρχὴν ϲυντάξεωϲ ἐπιταγματικὴ ὠνόμαϲται. οὐδὲν οὖν κωλύει καὶ τὸ ἐπίρρημα τῇδε ἐϲχηματίϲθαι. —Προϲθείημεν δ᾿ ἂν κἀκεῖνο, ὡϲ ψευδὴϲ ὑπόληψίϲ ἐϲτι τοῦ καὶ τὸ ἐπίρρημα ὑποτάϲϲεϲθαι. τὸ γὰρ δέον ἐϲτὶν ἡ πρόταξιϲ, καὶ τὸ ὑποτεταγμένον δυνάμει ἐϲτὶν ὑπερβατόν· ἀλλὰ τὸ ϲύνηθεϲ τοῦ λόγου ὡϲ ἐν ἴϲῳ τὴν ϲύνταξιν ἐποιήϲατο. καὶ τὸ τοιοῦτον ἐν τῷ περὶ ϲυντάξεωϲ ἀκριβέϲτερον εἰρήϲεται, εἰϲ μέντοι κατάϲταϲιν βραχεῖάν τινα ἀπόδειξιν ληπτέον. εἴπομεν αὐτὰ δυνάμει ἐπιθετικὰ εἶναι τῶν ῥημάτων. ᾧ λόγῳ οὖν καὶ τὰ ἐπιθετικὰ τῶν ὀνομάτων προηγεῖϲθαι θέλει τῶν οἷϲ ἐπίκειται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ ἐπιρρήματα προηγεῖϲθαι θέλει τῶν ῥημάτων. —Ἀλλ’ ἴϲωϲ τιϲ φήϲειε διάλληλον τὸ τοιοῦτον. «τί γάρ ἐϲτι μᾶλλον ξανθὸϲ Ἀτρείδηϲ ἢ Ἀτρείδηϲ ξανθόϲ»; Πρὸϲ ὃν ἔϲτι φάναι, ὅτι καὶ τὸ τοιοῦτον ὑπερβατόν. καὶ ϲαφὲϲ μὲν ἐκ τῆϲ πολλῆϲ χρήϲεωϲ, νεφεληγερέτα Ζεύϲ, γλαυκῶπιϲ Ἀθήνη, ποδάρκηϲ δῖοϲ Ἀχιλλεύϲ· ἀλλὰ καὶ δι’ ἀποδείξεωϲ ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. ἰδοὺ γὰρ τὸ ἄρθρον, ὅτε μὲν μόνον ἐϲτὶ τὸ ὄνομα ἢ τὸ προϲηγορικὸν ἢ τὸ κύριον, ἀκωλύτωϲ πρόϲειϲιν, ὁ ἄνθρωποϲ διαλέγεται, ὁ ἵπποϲ τρέχει ὁπηνίκα μέντοι τὸ ἐπιθετικὸν ϲύνεϲτιν, οὐκέτι πρόϲειϲιν. οὐ γὰρ φήϲομεν ὁ ἄνθρωποϲ ϲεμνὸϲ διαλέγεται, ὁ ἵπποϲ λευκὸϲ τρέχει. εἰ δὲ ἀποκαταϲταίη εἰϲ τὸν δέοντα τόπον ἡ τοῦ ἐπιθετικοῦ ϲύνταξιϲ, τὸ τηνικαῦτα ὁ λόγοϲ καθίϲταται, ὁ ϲεμνὸϲ ἄνθρωποϲ διαλέγεται, ὁ λευκὸϲ ἵπ ἵπποϲ τρέχει. —Ἔϲτι δὲ καὶ ἐπὶ τῶν ἐπιρρημάτων, εἰ καὶ μὴ δι’ ἄρθρου ἢ τινοϲ τοιούτου ἔϲτιν ἀποδεῖξαι, ἀλλὰ οὖν γε ἐκ τῆϲ κατὰ πεῦϲιν ἐπιρρηματικῆϲ ϲυντάξεωϲ. δεόμενοι. γὰρ τῶν πράξεών φαμεν οὕτωϲ, πῶϲ ἔγραψαϲ; οὐκ ἀνάπαλιν ἔγραψαϲ πῶϲ; καὶ ἔτι ἐπὶ τοῦ ποῦ ἀπῆλθεϲ οὐ μὴν ἀπῆλθεϲ ποῦ; —εἰ δέ τιϲ εἴποι· «ἀλλ’ ἰδοὺ κατὰ τὴν ἀόριϲτον προφορὰν ὑποτάϲϲεται τὰ ἐπιρρήματα, ἔγραψέ πωϲ, ἀπῆλοέ που», ἴϲτω ὅτι διὰ φυϲικώτερον λόγον τὸ τοιοῦτον ὑπερεβιβάϲθη. τὰ γὰρ ἀοριϲτούμενα ἐγκλιτικά ἐϲτι, τὰ δὲ ἐγκλιτικά, ἵνα ἐγκλινόμενα γένηται, ὑποτακτικά ἐϲτιν. ἐπεκράτηϲεν ἄρα ἡ φωνή, ἐγκλιτικὴ γενομένη, τῆϲ ἐπιρρηματικῆϲ ϲυντάξεωϲ.