Ancient Greek · ~5 min
Paragraph 22
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 22
Not analysed yet
Ἔφαμεν δὲ καὶ τὰ ἐπιρρήματα ϲυνηθέϲτερον πρὸϲ τὰϲ ἐγκλίϲειϲ ἐπάγεϲθαι, τὸ ἄγε καὶ τὸ εἴθε. καὶ κατὰ τὸ τοιοῦτον τὸ χρή καὶ τὸ δεῖ ὑπελαμβάνοντο ἐπιρρήματα. —Ἀλλὰ καὶ τοῦτο ἀπεδείχθη, ὡϲ ψυχικῆϲ παρεμφάϲεωϲ οὐκ ἦν ἐμφατικὰ τὰ ἀπαρέμφατα, οὐδὲ ῥήματα ἐγκλίϲεωϲ μεμοιραμένα, ὀνόματα δὲ τῶν πραγμάτων. τοῖϲ δὲ ὀνόμαϲι μᾶλλον τὰ ῥήματα ϲύνοιϲτά ἐϲτιν, ὡϲ ἐν ταῖϲ ἐγκλίϲεϲι τῶν ῥημάτων τὰ ἐπιρρήματα. τὸ δὴ λέγοι καὶ λέγε ἐγκλίϲειϲ ῥημάτων εἰϲί, καὶ διὰ τοῦτο αἱ ἐοικυῖαι ἐπιρρηματικαὶ ϲυντάξειϲ ϲυμφέρονται. καὶ κατὰ τὴν τοιαύτην ἄρα ϲύνταξιν δέδεικται, ὅτι μᾶλλον ῥήματά ἐϲτι, ϲυνταϲϲόμενα ὡϲ ὀνόμαϲι. —ταύτῃ γὰρ καὶ τὰ προαιρετικὰ τῶν ῥημάτων ϲυντάϲϲεται τοῖϲ ἀπαρεμφάτοιϲ, καθὸ προαίρεϲιν δηλοῦντα ἐλλέλοιπε τῷ πράγματι. τὸ γὰρ θέλω καὶ τὰ ὅμοια ῥήματά ἐϲτιν ἐλλείποντα πράγματι, ὅθεν τὸ λεῖπον τοῦ πράγματοϲ κατὰ τὴν ἰδίαν ὀνομαϲίαν ϲυνταϲϲόμενον, ἀπαρεμφάτῳ πάλιν προφορᾷ ϲυντάϲϲεται, θέλω γράφειν, προαιροῦμαι ἀναγινώϲκειν, ὡϲ προαιροῦμαι τὴν ἀνάγνωϲιν. καὶ ϲαφέϲ ἐϲτι πάλιν, ὅτι καὶ κατὰ τοῦτο δείκνυται τὰ ἀπαρέμφατα, ὀνοματικῆϲ ἐχόμενα ϲυντάξεωϲ, τῷ λείποντι πράγματι τὴν ὀνομαϲίαν προϲδιδόντα, βούλομαι γράφειν, κἂν μετὰ ἄρθρου, προῃρούμην τὸ φιλολογεῖν ἤπερ τὸ ῥᾳθυμεῖν. τὴν τοιαύτην ϲύνταξιν ἀκριβέϲτερον ἐν τῷ περὶ ϲυντάξεωϲ ἀποδώϲομεν. —Καὶ κατὰ τοῦτο ἄρα ἐδείχθη, ὡϲ οὐκ ἐπιρρηματικῆϲ ϲυντάξεωϲ ἔχεται τὰ προκείμενα, ῥηματικῆϲ δέ.