Ancient Greek · ~12 min
Paragraph 73
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 73.1
Not analysed yet
Ἴϲωϲ τιϲ οἰήϲεται τὸ παράδειγμα ἐνέχεϲθαι πολλοῖϲ ἀντικειμένοιϲ, πρόληψιν ἔχων τοῦ ὅτι παρὰ τὸ ἐγγύτατοϲ τὸ ἐγγυτάτω ἐγένετο, παρά τε τὸ ἐϲώτατοϲ τὸ ἐϲωτάτω ,καὶ ἔτι ἐπὶ τῶν τοιούτων ὑπερθετικῶν. ὅπερ ἐχρῆν καὶ τὸν Τρύφωνα, ἀποφαινόμενον τὸν προκείμενον κανόνα, περὶ τῶν δοκούντων ὡϲ ἀντικειμένων ἀπολογήϲαϲθαι. τὰ δὴ οὑν προκείμενα ἐπιρρήματα οὐ παρὰ τὰ προκείμενα ὑπερθετικὰ ὀνόματα ἐϲχημάτιϲται, ἦν δὲ ὑπερτεθειμένα ἐξ ἐπιρρημάτων ϲυγκριτικῶν. τὰ δὲ τῆϲ ἀποδείξεωϲ ἔχει τῇδε. εἴπερ παρὰ τὸ ἐγγύτατοϲ καὶ ἀνώτατοϲ τὸ ἐγγυτάτω ἦν καὶ ἀνωτάτω, δῆλον ὡϲ καὶ παρὰ πάντα τὰ ὑπερθετικὰ. τὸ τοιοῦτον ἄν παρείπετο, ὥϲτε ἀπὸ τοῦ γοργότατοϲ φάναι ἡμᾶϲ τὸ γοργοτάτω, ταχύτατοϲ ταχυτάτω, ἡδύτατοϲ ἡδυτάτω, γραμματικώτατοϲ γραμματικωτάτω. ἀλλ’ οὐχ ὡϲ ἔϲτι τὰ τοιαῦτα ἐπιρρήματα, παντὶ προῦπτον. εἴπερ οὖν τὰ προκείμενα ἐπιρρήματα παρ’ ὄνομα ἐγεγόνει, ἄπορον ἂν τὸ τοιοῦτον ἦν, παρὰ τί ἡ κακία τῶν τοιούτων ἐπιρρημάτων, γενομένη ἐν ἑλληνιϲμοῦ παραδοχῇ . –Τὰ ἐπιρρήματα οὐχ ἅπαντα μὲν τὴν ϲύγκριϲιν ἀναδέχεται, ὅτι μὴ μόνον τὰ ἀναδεχόμενα εἴη τοπικά ,ἅπερ ἀπὸ πρωτοτύπων πάλιν ἐπιρρημάτων ἐϲτί, ποιεῖται δὲ διττὴν τὴν ἐπίταϲιν, εἰϲ μὲν ὄνομα ,ἡνίκα φαμὲν παρὰ τὸ ἐγγύϲ ἐγγύτεροϲ, παρά τε τὸ ἄφαρ ἀφάρτεροϲ, ἔϲω ἐϲώτεροϲ, ἄνω ἀνώτεροϲ, ἅπερ οὐκ ἐπίταϲιν πεποίηται τῶν τόπων ἢ τῶν μετειληφότων προϲώπ πων τῆϲ τοπικῆϲ ϲχέϲεωϲ· ποιεῖται δὲ καὶ τοπικὴν ἐπίταϲιν, ἅπερ αὐτὴν τὴν τοπικὴν ϲχέϲιν ἀφηγεῖται, ἐγγύϲ ἐγγυτέρω, ἔϲω ἐϲωτέρω, ἑκάϲ ἑκαϲτέρω. —ὥϲτε διαφέρειν τὰ ἀπὸ ὀνομάτων ϲυγκρινόμενα τῶν ἀπὸ ἐπιρρημάτων, τῷ τὰ μὲν ἀπὸ ὀνομάτων εἰϲ μόνα ὀνόματα ϲυγκρίνεϲθαι, κοῖλοϲ κοιλότεροϲ, ταχύϲ ταχύτεροϲ, τὰ δὲ ἀπὸ ἐπιρρημάτων καὶ εἰϲ ὀνόματοϲ καὶ εἰϲ ἐπιρρήματοϲ ἐπίταϲιν, ὡϲ πρόκειται. τοῖϲ δὴ οὖν ϲυγκριτικοῖϲ τῶν ἐπιρρῇ μάτων παρεπόμενόν ἐϲτι τὸ ὑπερτίθεϲθαι, ὡϲ πρόδηλον κἀκ τῆϲ καταλήξεωϲ, καθὸ καὶ ἐπ’ ὀνοματικῆϲ ϲυγκρίϲεωϲ ἡ αὐτὴ πάλιν κατάληξιϲ ἐγγίνεται, γοργότεροϲ γοργότατοϲ, ταχύτεροϲ ταχύτατοϲ. καὶ πάλιν παρὰ τὸ ἀνωτέρω τὸ ἀνωτάτω. ϲαφὲϲ οὖν, ὅτι ϲυνυπάρχοντα ταῖϲ ϲυγκριτικαῖϲ ἐκφοραῖϲ τῶν ἐπιρρημάτων ὁμολογεῖ τὴν ἀπ ’αὐτῶν ἐπίταϲιν. οὐ γάρ ἐϲτιν εὐμαρὴϲ ἡ εἰϲ ω κατάληξιϲ τῶν ὑπερθετικῶν ,εί μὴ πρότερον ἡ ϲυγκριτικὴ γένοιτο κατάληξιϲ. ἐπεὶ γὰρ οῦ φαμεν βραδυτερω, οὐδὲ βραδυτάτω· οὐδὲ γὰρ τὸ προκείμενον ἦν ἐπίρρημα. τῷ ἐγγύϲ παράκειται καὶ ἐγγύτεροϲ καὶ ἐγγυτέρω, καὶ ϲυνυπάρχει τὸ ἐγγυτάτω. ἀπεδείχθη οὑν, ὡϲ οὐ παρὰ τὸ ἐγγύτατοϲ ἢ ἀνώτατοϲ ἡ ἀνωτάτω καὶ τὰ τούτοιϲ ὅμοια ἐγίνετο. ἐϲτι γε μὴν ἀπὸ ὀνομάτων ϲυγκριτικῶν ἐπιρρηματικὴ κατάληξιϲ ϲυνεμπίπτουϲα . ἐπὶ μὲν οὑν ϲυγκρίϲεωϲ ἑνικῷ οὐδετέρῳ, ἐπὶ δὲ ὑπερθέϲεωϲ πληθυντικῷ οὐδετέρῳ· ταχύϲ ταχύτερον, ἀλλὰ καὶ ἐπίρρημα ταχύτερον· καὶ πληθυντικὸν ταχύτατα, ἀλλὰ καὶ ἐπίρρημα ταχύτατα. οὕτωϲ ἔχει καὶ τὸ κάλλιϲτα καὶ ἥδιϲτα. ἔϲτι μὲν οὑν παρὰ μὲν ὄνομα τὸ ἐγγύτεροϲ ἐπίρρημά τι ϲυγκριτικὸν ὀνοματικὸν τὸ ἐγγύτερον, οὗ ὑπερθετικὸν τὸ ἐγγύτατα· καὶ ἔτι παρὰ τὸ ἀνώτεροϲ ἐπίρρημά τι τὸ ἀνώτερον, οὖ. ὑπερθετικὸν τὸ ἀνώτατα· ὡϲ μέντοι πρόκειται, παρὰ τὸ ἀνωτέρω ὁμοιοκατάληκτον πεϲεῖται τὸ ἀνωτάτω, ὥϲτε διαφέρειν τὸ ἀνωτάτω τοῦ ἀνώτατα ,ἡ τὸ μὲν ὀνομα τικόν ἐϲτιν ἐπίρρημα, τὸ δὲ ἐπιρρηματικόν.