Ancient Greek · ~2 min
Paragraph 74
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 74
Not analysed yet
Καὶ τὸ ἄφν ω δέ, ἐν πάθει γενόμενον καὶ οὐ προφανῶϲ ἐπιδεξάμενον τὴν προκειμένην ὀνοματικὴν τριγένειαν, ϲυνεξῆλθε τοῖϲ εἰϲ ω λήγουϲιν ἐπιρρήμαϲιν. ἔϲτι μὲν γὰρ οὐ τούτου προκείμενον ὄνομα ἀφανήϲ, καὶ ἔτι τὸ ἀφανῶϲ, ἡ δὲ ϲυγκοπὴ ἄφνω, πάλιν καὶ τοῦ τόνου εὐλόγωϲ ἀναβιβαϲθέντοϲ, ἡ ἀπεδείχθη τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα, μοναδικὰ ὄντα λέγω, κατὰ βαρεῖαν τάϲιν. ὅτι δὲ ἔκθ’ ὅτε πάθοϲ ἐγγινόμενον ἀμαυροῖ τὰϲ ἰδιότηταϲ τοῦ δεόντωϲ πωϲ ϲχηματίζεϲθαι, ἐντελῶϲ ἐν τοῖϲ περὶ παθῶν ἐδείχθη.