Ancient Greek · ~2 min
Paragraph 88
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 88
Not analysed yet
Τὸ παρὰ Μενάνδρῳ νουνεχόν τωϲ δοκεῖ ἀϲύϲτατον εἰναι, καθότι τῶν τοιούτων ἐπιρρημάτων προύφέϲτηκε καὶ πτωτικόν. τὸ νουνεχ χὧϲ ἀναλογώτερον καθέϲτηκε, καθότι καὶ τὸ νουνεχήϲ παράκειται. καθὸ οὑν οὐ δοκεῖ ἐπιρρηματικῶϲ ἐξενηνέχθαι, ϲεϲημειώϲθω· ἐπεί τοί γε πολλάκιϲ ϲχήματά τινα ἐκ διεϲτώτων εἰϲ ἑνότητα παραλαμβάνεται. παρὰ δύο διεϲτῶτα τὸ Ἄρειοϲ πάγοϲ Ἀρειοπαγίτηϲ, παρὰ τὸ τὸ αὐτό ἕν που ἀποτελεῖται τὸ ταὐτότηϲ, παρὰ τὸ Nέα πόλιϲ ἕν τὸ Ννεαπ ολίτηϲ. ϲυϲταίη ἂν οὖν καὶ παρὰ τὸ νοῦν ἔχων τὸ ν ουνεχόντωϲ κατὰ τὸν τοιοῦτον λόγον, οὑ μήν, ὡϲ προείπομεν, κατὰ ϲύϲταϲιν τῶν προκειμένων ἐπιρρημάτων.