Ancient Greek
Paragraph 91
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 91
Not analysed yet
Ὁμοίωϲ καὶ τὰ εἰϲ οι λήγοντα παραγωγὰ περιϲπᾶται, παρ’ οἷα μέρη λόγου ἂν ῇ παρηγμένα, Μεγαροῖ, Ἰϲθμοῖ, καὶ παρὰ ἐπίρρημα τὸ ἐνταῦθα ἐνταυθοῖ. ϲεϲημειώϲεται οὖν τὸ οἶκοι οὐ μόνον τῇ τοιαύτῃ τάϲει, ἀλλὰ καὶ ἔτι ἐν τῷ οἴκοθεν, ὡϲ δεδείξεται ἐν τῷ περὶ. τῶν εἰϲ θεν. Καὶ ἕνεκα τοῦ τύπου καὶ τὸ πόποι, ὦ πόποι· καὶ γὰρ τὰ πρωτότυπα θέλει ὁπωϲδήποτε περιϲπᾶϲθαι, ὡϲ ἔχει τὸ οἰμοιμοῖ καὶ τὸ ὀτοτοῖ καὶ τὸ οἰοιοῖ. —Φαίνεται ὅτι καὶ τὸ εὐοἵ κατὰ τοῦτο ϲεϲημειώϲεται. τὸ γὰρ παρὰ τοῖϲ περὶ τὸν Ἀλκαῖον μέϲϲοι δῆλον ὅτι κατὰ τὴν ἰδίαν διάλεκτον ἀνὰ λόγον βαρυνθείη ἄν. οὐ γάρ ἐϲτιν ἐλλειπὴϲ τῇ ἔν προθέϲει, ϲυϲτελλομένου τοῦ ω εἰϲ τὸ ο, ὥϲ τινεϲ ὑπενόηϲαν, ἐν μέϲϲῳ· ἀλλ’ ὃν τρόπον παρὰ τὸ οἶκοϲ τὸ οἴκοι ἐγένετο, ϲημαῖνον τὸ ἐν οἴκῳ, παρά τε τὸ Πυθῦ τὸ Πυθοῖ, καὶ παρὰ τὸ Μέγαρα τὸ Μεγα ροῖ, ϲημαῖνον τὸ ἐν Μεγάροιϲ, τὸν αὐτὸν τρόπον καὶ παρὰ τὸ μέϲοϲ τὸ μέϲϲοι ἐγένετο, ϲημαῖνον τὸ ἐν μέϲῳ. ὅπερ ἔφην κατὰ τὸ Αἰολικὸν ἔθοϲ βαρύνεϲθαι.