Ancient Greek · ~8 min · Dactylic hexameter
Book 1, lines 1.176-1.223
Apollonius Rhodius, Argonautica 1.176-223
Not analysed yet
Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες
Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης
πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο.
Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν,
τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων
Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη.
κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν
οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλʼ ὅσον ἄκροις
ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ.
καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο·
ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο
νοσφισθεὶς Ἐργῖνος, ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης,
παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δʼ ἄμφω
ἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο.
Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος
ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε,
Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε
μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρʼ Οἰνεὺς
ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν·
ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον
ἡρώων. τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω,
νόσφιν γʼ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κʼ ἔτι μοῦνον
αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν.
καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι,
εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι,
Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι.
σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο,
Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο·
τούνεκʼ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὔ κέ τις ἔτλη
ἠνορέην τʼ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν
πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων.
ἐκ δʼ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο
Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν,
ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων
ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν.
Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο,
οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια
ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθʼ ἄρα τήνγε
Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν
Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν.
καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην
κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο,
λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας.
τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς
σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι,
χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις
κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα
κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι.