Ancient Greek · ~7 min · Dactylic hexameter
Book 1, lines 1.224-1.264
Apollonius Rhodius, Argonautica 1.224-264
Not analysed yet
οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις μενέαινεν Ἄκαστος
ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος
μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης·
ἀλλʼ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ.
τόσσοι ἄρʼ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο.
τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες
κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν
οἱ πλεῖστοι καὶ ἄριστοι ἀφʼ αἵματος εὐχετόωντο
ἔμμεναι· ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ
Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα.
αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντʼ ἐτέτυκτο,
ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες,
εὖτʼ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι,
δὴ τότʼ ἴσαν μετὰ νῆα διʼ ἄστεος, ἔνθα περ ἀκταὶ
κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν
πληθὺς σπερχομένων ἄμυδις θέεν· οἱ δὲ φαεινοὶ
ἀστέρες ὣς νεφέεσσι μετέπρεπον· ὧδε δʼ ἕκαστος
ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας·
Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον
ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει;
αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν
Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ.
ἀλλʼ οὐ φυκτὰ κέλευθα, πόνος δʼ ἄπρηκτος ἰοῦσιν.
ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες
πολλὰ μάλʼ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον,
εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι.
ἄλλη δʼ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα·
δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀφέ περ ἔμπης
ἤλυθεν, οὐδʼ ἐτέλεσσας ἐπʼ ἀγλαΐῃ βιότοιο.
Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἦεν
βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς
νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων.
ὡς ὄφελεν καὶ Φρίξον, ὅτʼ ὤλετο παρθένος Ἕλλη,
κῦμα μέλαν κριῷ ἅμʼ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴν
ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας
Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη.
αἱ μὲν ἄρʼ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων.
ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τʼ ἀγέροντο·
μήτηρ δʼ ἀμφʼ αὐτὸν βεβολημένη. ὀξὺ δʼ ἑκάστην
δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι
ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.